Ακούω και μαθαίνω το απολυτίκιο του Αγίου!
Ἀπολυτίκιον. Ἦχος α΄.
Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου,
τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας·
ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι,
καὶ τά κάλλη τοῦ φθέγματος προσετέθη σοι.
Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, πάτερ Γρηγόριε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον Ὁσίου.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Θεολόγῳ γλώττῃ σου, τὰς συμπλοκὰς τῶν ῥητόρων,
διαλύσας ἔνδοξε, ὀρθοδοξίας χιτῶνα,
ἄνωθεν ἐξυφανθέντα τῇ Ἐκκλησία,
ἐστόλισας, ὅν καὶ φοροῦσαν σὺν ἡμῖν κράζει,
τοῖς σοῖς τέκνοις· Χαίροις πάτερ,
θεολογίας ὁ νοῦς ὁ ἀκρότατος.