(Πρός Κολασσαεῖς, γ’ 4–11)
Κείμενο Αποστόλου
Ἀδελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν,
ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω;
Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας,
ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν·
ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος,
ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
Απόδοση – Ερμηνεία
Μέ πίστη ἐγκαταστάθηκε ὁ Ἀβραὰμ στή γῆ πού τοῦ ὑποσχέθηκε ὁ Θεός,
ξένος σέ ἄγνωστη χώρα, ζῶντας σέ σκηνές μέ τόν Ἰσαάκ καί τόν Ἰακώβ, πού κι αὐτοί ἦταν κληρονόμοι τῆς ἴδιας ὑπόσχεσης.
Κι αὐτό, γιατί περίμενε τήν πόλη πού θά εἶχε στέρεα θεμέλια καί πού ἀρχιτέκτονας καί δημιουργός θά ἦταν ὁ Θεός. Χρειάζεται νά συνεχίσω;
Δέν θά μέ πάρει ὁ χρόνος νά διηγηθῶ γιά τόν Γεδεῶν, τόν Βαράκ, τόν Σαμψῶν, τόν Ἰεφθάε, τόν Δαυίδ, τόν Σαμουήλ καί τούς προφῆτες.
Μέ τήν πίστη κατατρόπωσαν τήν βασιλεία, ἐπέβαλαν τό δίκαιο, πέτυχαν τήν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων,
ἔσβησαν τή δύναμη τῆς φωτιᾶς, διέφυγαν τή σφαγή, ἔγιναν ἀπό ἀδύνατοι ἰσχυροί,
ἀναδείχτηκαν ἥρωες στόν πόλεμο, ἔτρεψαν σέ φυγή ἐχθρικά στρατεύματα,
γυναῖκες ξαναπήραν πίσω στή ζωή τούς ἀνθρώπους τους,
κι ἄλλοι βασανίστηκαν στόν θάνατο, χωρίς νά δεχτοῦν τήν ἀπελευθέρωσή τους, γιατί πίστευαν ὅτι μποροῦσαν νά ἀναστηθοῦν σέ μιά καλύτερη ζωή.
Ἄλλοι δοκίμασαν ἐξευτελισμούς καί μαστιγώσεις, ἀκόμη καί δεσμά καί φυλακίσεις.
Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες, θανατώθηκαν μέ μάχαιρα, περιπλανήθηκαν ντυμένοι μέ προβιές καί κατσικίσια δέρματα, ἔζησαν σέ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καί κακουχίες, κόσμος δέν ἦταν ἄξιος νά ἔχει τέτοιους ἀνθρώπους,
πλανήθηκαν σέ ἐρημιές καί βουνά, σέ σπηλιές καί σέ τρῦπες τῆς γῆς.
Ὅλοι οἱ παραπάνω, παρά τήν καλή μαρτυρία τῆς πίστης τους, δέν πῆραν ὅ,τι τούς ὑποσχέθηκε ὁ Θεός, ὁ ὁποῖος εἶχε προβλέψει καλύτερο γιά μας, ἔτσι ὥστε νά μή φτάσουν ἐκεῖνοι στήν τελειότητα χωρίς ἐμᾶς.