Μνήμη των αγίων ιερομάρτυρος Κυπριανού
και Ιουστίνης της παρθένου.
Ἀπολυτίκιον.
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, τῇ φωταυγείᾳ,
σκότος ἔλιπες, τῆς ἀσεβείας,
καὶ φωστὴρ τῆς ἀληθείας γεγένησαι·
ποιμαντικῶς γὰρ φαιδρύνας τὸν βίον σου,
Κυπριανέ, τῇ ἀθλήσει δεδόξασαι.
Πάτερ Ὅσιε, τὸν Κτίστην ἡμῖν ἱλέωσαι,
ὁμοῦ σὺν Ἰουστίνῃ τῇ Θεόφρονι.
Ταῖς τῶν Ἁγίων σου πρεσβεῖαις ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς.